Add parallel Print Page Options

10 Εἰσὶν γὰρ πολλοὶ [a]καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ [b]τῆς περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. 12 εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. 15 [c]πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.

Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.

Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους [d]μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα [e]σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, [f]οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.

Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ [g]ἀφθορίαν, [h]σεμνότητα, λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων [i]λέγειν περὶ ἡμῶν φαῦλον.

Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ [j]πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν [k]τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.

Footnotes

  1. ΠΡΟΣ ΤΙΤΟΝ 1:10 καὶ RP ] – WH Treg NIV
  2. ΠΡΟΣ ΤΙΤΟΝ 1:10 τῆς WH Treg NIV ] – RP
  3. ΠΡΟΣ ΤΙΤΟΝ 1:15 πάντα WH Treg NIV ] + μὲν RP
  4. ΠΡΟΣ ΤΙΤΟΝ 2:3 μηδὲ WH Treg ] μὴ NIV RP
  5. ΠΡΟΣ ΤΙΤΟΝ 2:4 σωφρονίζωσι WH NIV RP] σωφρονίζουσιν Treg
  6. ΠΡΟΣ ΤΙΤΟΝ 2:5 οἰκουργούς WH Treg NIV ] οἰκουρούς RP
  7. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 ἀφθορίαν WH Treg NIV ] ἀδιαφθορίαν RP
  8. ΠΡΟΣ ΤΙΤΟΝ 2:7 σεμνότητα WH Treg NIV ] + ἀφθαρσίαν RP
  9. ΠΡΟΣ ΤΙΤΟΝ 2:8 λέγειν περὶ ἡμῶν WH Treg NIV ] περὶ ἡμῶν λέγειν RP
  10. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 πᾶσαν πίστιν WH Treg NIV ] πίστιν πᾶσαν RP
  11. ΠΡΟΣ ΤΙΤΟΝ 2:10 τὴν WH Treg NIV ] – RP